Κυριακή, 4 Ιανουαρίου 2009

Τριάς υπερούσιε


Ευχή καθαγιασμού των των υδάτων.
Ποίημα Σωφρονίου Πατριάρχου Ιεροσολύμων.

Τριάς υπερούσιε, υπεράγαθε, υπέρθεε, παντοδύναμε, παντεπίσκοπε, αόρατε, ακατάληπτε, Δημιουργέ των νοερών ουσιών και των λογικών φύσεων, η έμφυτος αγαθότης, το Φως το απρόσιτον, το φωτίζον πάντα άνθρωπον ερχόμενον εις τον κόσμον, λάμψον καμοί τω αναξίω δούλω σου,φώτισόν μου της διανοίας τα όμματα, όπως ανυμνήσαι τολμήσω την άμετρον ευεργεσίαν και δύναμιν. Ευπρόσδεκτος γενέσθω η παρ’ εμού δέησις διατον παρεστώτα λαόν, όπως τα πλημμελήματά μου μη κωλύσωσιν ενθάδε παραγενέσθαι το άγιόν σου Πνεύμα, αλλά συγχώρησόν μοι ακατακρίτως βοάν σοι και λέγειν και νυν, Υπεράγαθε, Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτωρ, προαιώνιε Βασιλεύ. Δοξάζομέν σε τον Κτίστιν, και Δημιουργόν του παντός. Δοξάζομέν σε, Υιέ του Θεού μονογενές, τον απάτορα εκ Μητρός, και αμήτορα εκ Πατρός, εν γαρ τη προλαβούση Εορτή νήπιόν σε είδομεν, εν Δε τη παρούση τέλειόν σε ορώμεν, τον εκ τελείου τέλειον επιφανέντα Θεόν ημών. Σήμερον γαρ ο της Εορτής ημίν επέστη καιρός, και χορός αγίων εκκλησιάζει ημίν, και Aγγελοι μετά ανθρώπων συνεορτάζουσι. Σήμερον η χάρις του Αγίου Πνεύματος, εν είδει περιστεράς, τοις ύδασιν επεφοίτησε. Σήμερον ο άδυτος Ήλιος ανέτειλε, και ο κόσμος τω φωτί Κυρίου καταυγάζεται. Σήμερον η Σελήνη λαμπραίς ταις ακτίσι τω κόσμω συνεκλαμπρύνεται. Σήμερον οι φωτοειδείς αστέρες τη φαιδρότητι της λάμψεως την οικουμένην καλλωπίζουσι. Σήμερον αι νεφέλαι υετόν δικαιοσύνης τη ανθρωπότητι ουρανόθεν δροσίζουσι. Σήμερον ο Άκτιστος υπό του ιδίου πλάσμστος βουλή χειροθετείται. Σήμερον ο Προφήτης και Πρόδρομος τω Δεσπότη προσέρχεται, αλλά τρόμω παρίσταται, ορών Θεού προς ημάς συγκατάβασιν. Σήμερον τα του Ιορδάνου νάματα εις ιάματα μεταποιείται τη του Κυρίου παρουσία. Σήμερον ρείθροις μυστικοίς πάσα η κτίσις αρδεύεται. Σήμερον τα των ανθρώπων πταίσματα τοις ύδασι του Ιορδάνου απαλείφονται. Σήμερον ο Παράδεισος ηνέωκται τοις ανθρώποις, και ο της Δικαιοσύνης Ήλιος καταυγάζει ημίν. Σήμερον το πικρόν ύδωρ, το επί Μωϋσέως τω λαώ, εις γλυκύτητα μεταποιείται τη του Κυρίου παρουσία. Σήμερον του παλαιού θρήνου απηλλάγημεν και ως νέος Ισραήλ διεσώθημεν, Σήμερον του σκότους ελυτρώθημεν, και τω φωτί της θεογνωσίας καταυγαζόμεθα. Σήμερον η αχλύς του κοσμού καθαιρείται τη επιφανεία του Θεού ημών. Σήμερον λαμπαδοφέγγει πάσα η κτίσις άνωθεν. Σήμερον η πλάνη κατήργηται, και οδόν ημίν σωτηρίας εργάζεται η του Δεσπότου επέλευσις. Σήμερον τα άνω τοις κάτω συνεορτάζει, και τα κάτω τοις άνω συνομιλεί. Σήμερον η ιερά και μεγαλόφωνος των Ορθοδόξων πανήγυρις αγάλλεται. Σήμερον ο Δεσπότου προς το βάπτισμα επείγεται, ίνα αναβιβάση προς ύψος το ανθρώπινων. Σήμερον ο ακλινής τω ιδίω οικέτη υποκλίνεται, ίνα ημάς εκ της δουλείας ελευθερώση. Σήμερον Βασιλείαν ουρανών ωνησάμεθα, της γαρ Βασιλείας του Κυρίου ουκ έσται τέλος. Σήμερον γη και θάλασσα την του κόσμου χαράν εμερίσαντο, και ο κόσμος ευφροσύνης πεπλήρωται. Είδοσάν σε ύδατα, ο Θεός, είδοσάν σε ύδατα και εφοβήθησαν. Ο Ιορδάνης εστράφη εις τα οπίσω, θεασάμενος το πυρ της Θεότητος, σωματικώς κατερχόμενον, και εισερχόμενον επ’ εαυτόν. Ο Ιορδάνης εστράφη εις τα οπίσω, θεωρών το Πνεύμα το Aγιον, εν είδει περιστεράς κατερχόμενον και περιϊπτάμενόν σοι. Ο Ιορδάνης εστράφη εις τα οπίσω, ορών τον Αόρατον οραθέντα, τον Κτίστιν σαρκωθέντα, τον Δεσπότην εν δούλου μορφή. Ο Ιορδάνης εστράφη εις τα οπίσω, και τα όρη εσκίρτισαν, Θεόν εν σαρκί καθορώντα, και νεφέλαι φωνήν έδωκαν, θαυμάζουσαι τον παραγενόμενον, φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού, δεσποτικήν πανήγυριν σήμερον εν τω Ιορδάνη ορώντες, αυτόν Δε τον της παρακοής θάνατον, και το της πλάνης κέντρον, και τον του Aδου σύνδεσμον εν τω Ιορδάνη βυθίσαντα, και Βάπτισμα σωτηρίας τω κόσμω δωρησάμενον. Όθεν καγώ ο αμαρτωλός και ανάξιος δούλος σου, τα μεγαλεία των θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβω, εν κατανύξει βοώ σοι.

Δεν υπάρχουν σχόλια: